Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.359 Joseph. AJ 15.363 (English) >>Joseph. AJ 15.367

15.361τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετʼ αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ. 15.362τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατʼ ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν. 15.363Καίσαρα δʼ ἐπὶ θάλατταν προπέμψας ὡς ἐπανῆκεν, ἐν τῇ Ζηνοδώρου περικαλλέστατον αὐτῷ ναὸν ἐγείρει πέτρας λευκῆς πλησίον τοῦ Πανίου καλουμένου. 15.364σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπʼ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δʼ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι. 15.365

Τότε καὶ τὸ τρίτον μέρος ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς· κατὰ γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον, καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.359 Joseph. AJ 15.363 (English) >>Joseph. AJ 15.367

Powered by PhiloLogic